Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.307 Joseph. AJ 13.311 (English) >>Joseph. AJ 13.316

13.309 δʼ Ἀντίγονος μηδὲν ὑπιδόμενος κακοῦργον, ἀλλὰ θαρρῶν τῇ παρὰ τἀδελφοῦ διαθέσει, ὡς εἶχεν ἐνδεδυμένος τὴν πανοπλίαν παρεγένετο πρὸς τὸν Ἀριστόβουλον ἐπιδείξων αὐτῷ τὰ ὅπλα. γενόμενον δʼ αὐτὸν κατὰ τὸν Στράτωνος λεγόμενον πύργον, οὗ συνέβαινεν ἀφώτιστον εἶναι σφόδρα τὴν πάροδον, ἀποκτείνουσιν οἱ σωματοφύλακες. 13.310διέδειξέν γε μὴν τούτου θάνατος, ὅτι μηδὲν μήτε φθόνου μήτε διαβολῆς ἰσχυρότερον, μηδʼ τι μᾶλλον εὔνοιαν καὶ φυσικὴν οἰκειότητα διίστησιν, ταῦτα τὰ πάθη. 13.311μάλιστα δʼ ἄν τις θαυμάσειεν καὶ Ἰούδαν τινά, Ἐσσηνὸν μὲν τὸ γένος, οὐδέποτε δʼ ἐν οἷς προεῖπεν διαψευσάμενον τἀληθές· οὗτος γὰρ ἰδὼν τὸν Ἀντίγονον παριόντα τὸ ἱερὸν ἀνεβόησεν ἐν τοῖς ἑταίροις αὐτοῦ καὶ γνωρίμοις, οἳ διδασκαλίας ἕνεκα τοῦ προλέγειν τὰ μέλλοντα παρέμενον, 13.312ὡς ἀποθανεῖν αὐτῷ καλὸν διεψευσμένῳ ζῶντος Ἀντιγόνου, ὃν σήμερον τεθνήξεσθαι προειπὼν ἐν τῷ καλουμένῳ Στράτωνος πύργῳ περιόντα ὁρᾷ, καὶ τοῦ μὲν χωρίου περὶ σταδίους ἀπέχοντος νῦν ἑξακοσίους, ὅπου φονευθήσεσθαι προεῖπεν αὐτόν, τῆς δʼ ἡμέρας ἤδη τὸ πλεῖστον ἠνυσμένον, ὥστʼ αὐτῷ κινδυνεύειν τὸ μάντευμα ψεῦδος εἶναι. 13.313ταῦτʼ οὖν λέγοντος αὐτοῦ καὶ κατηφοῦντος ἀγγέλλεται τεθνεὼς Ἀντίγονος ἐν τῷ ὑπογείῳ, καὶ αὐτὸ Στράτωνος ἐκαλεῖτο πύργος, ὁμώνυμον τῇ παραλίῳ Καισαρείᾳ. τὸν μὲν οὖν μάντιν τοῦτο διετάραξεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.307 Joseph. AJ 13.311 (English) >>Joseph. AJ 13.316

Powered by PhiloLogic